ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4
SBL Greek New Testament
4 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ [a]ἐγκακοῦμεν, 2 ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας [b]συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ. 3 εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, 4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ [c]αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. 5 οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ [d]Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. 6 ὅτι ὁ θεὸς ὁ εἰπών· Ἐκ σκότους φῶς [e]λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ [f]Χριστοῦ.
7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν· 8 ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν [g]τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε [h]ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας [i]τὸν Ἰησοῦν καὶ ἡμᾶς [j]σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
16 Διὸ οὐκ [k]ἐγκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ [l]ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως [m]ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
Footnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:1 ἐγκακοῦμεν WH Treg NIV ] ἐκκακοῦμεν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:2 συνιστάνοντες WH NIV ] συνιστάντες Treg; συνιστῶντες RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:4 αὐγάσαι WH Treg NIV ] + αὐτοῖς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:5 Χριστὸν Ἰησοῦν WH Treg RP ] Ἰησοῦν Χριστὸν NIV
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:6 λάμψει WH Treg NIV ] λάμψαι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:6 Χριστοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP NA
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:10 τοῦ WH Treg NIV ] + κυρίου RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:12 ὁ WH Treg NIV ] + μὲν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:14 τὸν Holmes WHmarg ] + κύριον WH Treg NIV RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:14 σὺν WH Treg NIV ] διὰ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἐγκακοῦμεν WH Treg NIV ] ἐκκακοῦμεν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἔσω ἡμῶν WH Treg NIV ] ἔσωθεν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:17 ἡμῶν Treg NIV RP ] – WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software